Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.59 Dem. 19.62 (English) >>Dem. 19.65

19.61ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων τῶν ἐν Φωκεῦσιν ἁλῶναι πολιορκίᾳ μηδʼ ἐκ προσβολῆς κατὰ κράτος, ἀλλʼ ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι, μέγιστόν ἐστι σημεῖον τοῦ διὰ τούτους πεισθέντας αὐτοὺς ὡς ὑπὸ τοῦ Φιλίππου σωθήσονται ταῦτα παθεῖν· οὐ γὰρ ἐκεῖνόν γʼ ἠγνόουν. φέρε δή μοι καὶ τὴν συμμαχίαν τὴν τῶν Φωκέων καὶ τὰ δόγμαθʼ ὑφʼ ὧν καθεῖλον αὐτῶν τὰ τείχη, ἵνʼ εἰδῆθʼ οἵων ὑπαρχόντων αὐτοῖς παρʼ ὑμῶν οἵων ἔτυχον διὰ τούτους τοὺς θεοῖς ἐχθρούς. λέγε.Συμμαχία Φωκέων καὶ Ἀθηναίων

19.62 μὲν τοίνυν ὑπῆρχε παρʼ ὑμῶν αὐτοῖς, ταῦτʼ ἐστί, φιλία, συμμαχία, βοήθεια· ὧν δʼ ἔτυχον διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα ὑμᾶς, ἀκούσατε. λέγε.Ὁμολογία Φιλίππου καὶ Φωκέων

ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι. “ὁμολογία Φιλίππου καὶ Φωκέων,” φησίν, οὐχὶ Θηβαίων καὶ Φωκέων, οὐδὲ Θετταλῶν καὶ Φωκέων, οὐδὲ Λοκρῶν, οὐδʼ ἄλλου τῶν παρόντων οὐδενός· καὶ πάλινπαραδοῦναι δὲ τὰς πόλεις Φωκέας,” φησί, “Φιλίππῳ,” οὐχὶ Θηβαίοις οὐδὲ Θετταλοῖς οὐδʼ ἄλλῳ οὐδενί. 19.63διὰ τί; ὅτι Φίλιππος ἀπηγγέλλετο πρὸς ὑμᾶς ὑπὸ τούτου ἐπὶ τῇ τῶν Φωκέων σωτηρίᾳ παρεληλυθέναι. τούτῳ δὴ πάντʼ ἐπίστευον, καὶ πρὸς τοῦτον πάντʼ ἐσκόπουν, πρὸς τοῦτον ἐποιοῦντο τὴν εἰρήνην. λέγε δὴ τἀπίλοιπα. καὶ σκοπεῖτε τί πιστεύσαντες τί ἔπασχον. ἆρά γʼ ὅμοιʼ παραπλήσιʼ οἷς οὗτος ἀπήγγελλεν; λέγε.Δόγματα Ἀμφικτυόνων



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.59 Dem. 19.62 (English) >>Dem. 19.65

Powered by PhiloLogic